Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.159 | Dem. 20.163 (English) | >>Dem. 20.165 |
20.161ὅτι νὴ Δία πόρρω τοῦ τι τοιοῦτον νῦν ἐλπίζειν ἐσμέν . καὶ εἴημέν γʼ , ὦ ἄνδρες Ἀθηναῖοι · ἀλλὰ χρή γʼ ἀνθρώπους ὄντας τοιαῦτα καὶ λέγειν καὶ νομοθετεῖν οἷς μηδεὶς ἂν νεμεσήσαι , καὶ τἀγαθὰ μὲν προσδοκᾶν καὶ τοῖς θεοῖς εὔχεσθαι διδόναι , πάντα δʼ ἀνθρώπινʼ ἡγεῖσθαι . οὐδὲ γὰρ ἂν Λακεδαιμόνιοί ποτʼ ἤλπισαν εἰς τοιαῦτα πράγματʼ ἀφίξεσθαι , οὐδέ γʼ ἴσως Συρακόσιοι , τὸ πάλαι δημοκρατούμενοι καὶ φόρους Καρχηδονίους πραττόμενοι καὶ πάντων τῶν περὶ αὑτοὺς ἄρχοντες καὶ ναυμαχίᾳ νενικηκότες ἡμᾶς , ὑφʼ ἑνὸς γραμματέως , ὃς ὑπηρέτης ἦν , ὥς φασι , τυραννήσεσθαι .
20.162οὐδέ γʼ ὁ νῦν ὢν Διονύσιος ἤλπισεν ἄν ποτʼ ἴσως πλοίῳ στρογγύλῳ καὶ στρατιώταις ὀλίγοις Δίωνʼ ἐλθόντʼ ἐφʼ αὑτὸν ἐκβαλεῖν τὸν τριήρεις πολλὰς καὶ ξένους καὶ πόλεις κεκτημένον . ἀλλʼ , οἶμαι , τὸ μέλλον ἄδηλον πᾶσιν ἀνθρώποις , καὶ μικροὶ καιροὶ μεγάλων πραγμάτων αἴτιοι γίγνονται . διὸ δεῖ μετριάζειν ἐν ταῖς εὐπραξίαις καὶ προορωμένους τὸ μέλλον φαίνεσθαι .
πολλὰ δʼ ἄν τις ἔχοι λέγειν ἔτι καὶ διεξιέναι περὶ τοῦ μηδαμῇ μηδὲ καθʼ ἓν τοῦτον ἔχειν καλῶς τὸν νόμον μηδὲ συμφέρειν ὑμῖν · ἀλλʼ ἵνʼ ἐν κεφαλαίῳ τοῦτο μάθητε κἀγὼ παύσωμαι λέγων , τάδε ποιήσατε · σκέψασθε παρʼ ἄλληλα καὶ λογίσασθε πρὸς ὑμᾶς αὐτοὺς τί συμβήσεται καταψηφισαμένοις ὑμῖν τοῦ νόμου καὶ τί μή · εἶτα φυλάττετε καὶ μέμνησθʼ ἃν ὑμῖν ἐξ ἑκατέρου φανῇ , ἵνʼ ἕλησθε τὰ κρείττω .
20.163
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.159 | Dem. 20.163 (English) | >>Dem. 20.165 |